Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.325 Joseph. AJ 13.331 (English) >>Joseph. AJ 13.336

13.329ἐπελπισάντων δʼ αὐτὸν τῶν πρέσβεων, ὡς διαβὰς εἰς Συρίαν ἕξει Γαζαίους συνεστῶτας μετὰ τῶν Πτολεμαιῶν καὶ Ζώιλον, ἔτι γε μὴν Σιδωνίους καὶ πολλοὺς ἄλλους αὐτῷ συλλήψεσθαι λεγόντων, ἐπαρθεὶς πρὸς τὸν ἔκπλουν ἔσπευδεν. 13.330

Ἐν τούτῳ δὲ τοὺς Πτολεμαιᾶς Δημαίνετος πιθανὸς ὢν αὐτοῖς τότε καὶ δημαγωγῶν μεταβαλέσθαι τὰς γνώμας ἐποίησεν, ἄμεινον εἶναι φήσας ἐπʼ ἀδήλῳ τῷ γενησομένῳ διακινδυνεύειν πρὸς τοὺς Ἰουδαίους μᾶλλον φανερὰν εἰσδέξασθαι δουλείαν δεσπότῃ παραδόντας αὑτούς, καὶ πρὸς τούτῳ μὴ τὸν παρόντα μόνον ἔχειν πόλεμον, ἀλλὰ καὶ πολὺ μείζω τὸν ἀπʼ Αἰγύπτου. 13.331τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλʼ ἥξειν ἐπʼ αὐτοὺς μετὰ μεγάλης στρατιᾶς· σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν· εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον. 13.332 μὲν οὖν Πτολεμαῖος κατὰ τὸν πόρον μαθὼν τὴν τῶν Πτολεμαιῶν μεταβολὴν οὐδὲν ἧττον ἔπλευσεν καὶ καταχθεὶς εἰς τὴν καλουμένην Συκάμινον ἐνταυθοῖ τὴν δύναμιν ἐξεβίβασεν. 13.333ἦν δὲ πᾶς στρατὸς αὐτῷ πεζοί τε ἅμα καὶ ἱππεῦσιν περὶ τρισμυρίους, οὓς προαγαγὼν πλησίον τῆς Πτολεμαΐδος καὶ στρατοπεδευσάμενος, ἐπεὶ μήτε τοὺς παρʼ αὐτοῦ πρέσβεις ἐδέχοντο μήτε τῶν λόγων ἠκροῶντο, μεγάλως ἐφρόντιζεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.325 Joseph. AJ 13.331 (English) >>Joseph. AJ 13.336

Powered by PhiloLogic